Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.35 Joseph. AJ 9.39 (English) >>Joseph. AJ 9.44

9.37

Ταῦτα εἰπόντος τοῦ προφήτου τῇ ἐπιούσῃ πρὶν ἥλιον ἀνασχεῖν χειμάρρους πολὺς ἐρρύη, σφοδρῶς γὰρ ἀπὸ τριῶν ἡμερῶν ὁδοῦ ἐν τῇ Ἰδουμαίᾳ τὸν θεὸν ὗσαι συνέπεσεν, ὥστε εὑρεῖν τὴν στρατιὰν καὶ τὰ ὑποζύγια ποτὸν ἄφθονον. 9.38ὡς δὲ ἤκουσαν οἱ Μωαβῖται τοὺς τρεῖς βασιλέας ἐπʼ αὐτοὺς βαδίζοντας καὶ διὰ τῆς ἐρήμου ποιουμένους τὴν ἔφοδον, βασιλεὺς αὐτῶν εὐθὺς συλλέξας στρατιὰν ἐκέλευσεν ἐπὶ τῶν ὅρων βάλλεσθαι τὸ στρατόπεδον, ἵνα αὐτοὺς μὴ λάθωσιν εἰς τὴν χώραν ἐμβαλόντες οἱ πολέμιοι. 9.39θεασάμενοι δὲ ὑπὸ τὴν ἀνατολὴν ἡλίου τὸ ἐν τῷ χειμάρρῳ ὕδωρ, καὶ γὰρ οὐδὲ μακρὰν ἦν τῆς Μωαβίτιδος, αἵματι τὴν χροὰν ὅμοιον, τότε γὰρ μάλιστα πρὸς τὴν αὐγὴν τὸ ὕδωρ ἐρυθραίνεται, ψευδῆ δόξαν περὶ τῶν πολεμίων ἐλάμβανον ὡς ἀπεκτονότων ἑαυτοὺς διὰ δίψος καὶ τοῦ ποταμοῦ αἷμα αὐτοῖς ῥέοντος. 9.40τοῦτο τοίνυν οὕτως ἔχειν ὑπολαβόντες ἠξίωσαν αὐτοὺς ἐπὶ διαρπαγὴν τῶν πολεμίων ἐκπέμψαι τὸν βασιλέα καὶ πάντες ἐξορμήσαντες ὡς ἐπὶ ἑτοίμην ὠφέλειαν ἦλθον εἰς τὸ τῶν ἐχθρῶν στρατόπεδον ὡς ἀπολωλότων. καὶ διαψεύδεται μὲν αὐτοῖς ἐλπὶς αὕτη, περιστάντων δὲ τῶν πολεμίων οἱ μὲν αὐτῶν κατεκόπησαν οἱ δὲ διεσπάρησαν εἰς τὴν ἰδίαν χώραν φεύγοντες. 9.41ἐμβαλόντες δὲ εἰς τὴν Μωαβιτῶν οἱ βασιλεῖς τάς τε πόλεις κατεστρέψαντο τὰς ἐν αὐτῇ καὶ τοὺς ἀγροὺς αὐτῶν διήρπασαν καὶ ἠφάνισαν πληροῦντες τῶν ἐκ τῶν χειμάρρων λίθων, καὶ τὰ κάλλιστα τῶν δένδρων ἔκοψαν, καὶ τὰς πηγὰς ἐνέφραξαν τῶν ὑδάτων, καὶ τὰ τείχη καθεῖλον ἕως ἐδάφους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.35 Joseph. AJ 9.39 (English) >>Joseph. AJ 9.44

Powered by PhiloLogic